Pursue the will of God
1Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶνσαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε (ὅτι ὁ παθὼν σαρκὶπέπαυται ἁμαρτίας)2εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι τοῦΘεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.3Ἀρκετὸς γὰρ ὑμῖνὁ παρεληλυθὼς χρόνοςτὸ θέληματῶν ἐθνῶν κατεργάσασθαι—πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοιςεἰδωλολατρίαις—4ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·5οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς6(εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι).Redeem the time
7Πάντων δὲ τὸ τέλος ἤγγικεν· σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰςπροσευχάς.8Πρὸ πάντων δὲτὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡἀγάπη καλύπτειπλῆθος ἁμαρτιῶν·9φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν·10ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸδιακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ.11Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ. Εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ὡςχορηγεῖ ὁ Θεός, ἵνα ἐν πᾶσιν δοξάζηται Θεὸςδιὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστινἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.Ἀμήν.Suffering in the will of God
12Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸνὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος,13ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.14Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξηςκαὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾿ ὑμᾶς ἀναπέπαυται.Κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.15Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριοεπίσκοπος·16εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ μέρειτούτῳ.17Ὅτι ὁκαιρὸς τοῦ ἄρξασθαι τὸ κρῖμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾿ ἡμῶν,τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ;18Καί, ‹Εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸςποῦ φανεῖται;›19Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡςπιστῷ Κτίστῃ, παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶνἐν ἀγαθοποιΐᾳ.