ΠΕΤΡΟΥ Α3grc_tcg

Wives and Husbands

1Ὁμοίως,αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα,καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγουκερδηθήσονται,2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.3Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος·4ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦπρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιοντοῦ Θεοῦ πολυτελές.5Οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαιἐπὶΘεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν·6ὡς Σάρραὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧςἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.7Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶσυγκληρονόμοι χάριτοςζωῆς, εἰς τὸ μὴἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

Suffering for Righteousness' Sake

8Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι,φιλόφρονες·9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες,εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
10Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾷν,καὶ ἰδεῖν ἡμέρας ἀγαθάς,παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ,καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον·11ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν·ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν.12Ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους,καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν·πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.
13Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦμιμηταὶ γένησθε;14Ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε·15Κύριον δὲ τὸνΘεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν· ἕτοιμοιδὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,μετὰ πρᾳΰτητος καὶ φόβου·16συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα, ἐν ᾧκαταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶντὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.17Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰθέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας.18Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶνἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵναἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζῳοποιηθεὶς δὲπνεύματι,19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν,20ἀπειθήσασί ποτε, ὅτεἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣνὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος·21ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,22ὅς ἐστιν ἐν δεξιᾷτοῦ Θεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.