1 Peter3grc_f35

A word to wives

1Ὁμοίως, αἱγυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινεςἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς, ἄνευ λόγου, κερδηθήσονται2(ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν),3ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆςτριχῶν καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος,4ἀλλ᾿ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίουπνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦΘεοῦ πολυτελές.5Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸνΘεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,6ὡς Σάρρα ὑπήκουσεν τῷ Ἁβραάμ,κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητετέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

A word to husbands

7Οἱ ἄνδρες, ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν ὡς καὶ συγκληρονόμοιχάριτος ζωῆς,εἰς τὸ μὴ ἐγκόπτεσθαιτὰς προσευχὰς ὑμῶν.

The golden rule

8Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες,9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότεςὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε.10«Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἡμέρας ἰδεῖνἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦἀπὸ κακοῦ καὶ χείλη αὐτοῦτοῦ μὴ λαλῆσαι δόλον·11ἐκκλινάτω ἀπὸκακοῦ καὶ ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν.12Ὅτιὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.»

Better to suffer than to sin

13Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶγένησθε;14Ἀλλ᾿ εἰ καὶ πάσχοιτεδιὰ δικαιοσύνην, μακάριοι. «Τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε.»15Κύριον δὲ τὸν Θεὸνἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,μετὰ πραΰτητοςκαὶ φόβου·16συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσινὑμῶν ὡς κακοποιῶν,καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τῇ ἀγαθῇ ἐν Χριστῷ ἀναστροφῇ.17Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοιτὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.

Follow Christ’s example to victory

18Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν,δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶςπροσαγάγῃ τῷ Θεῷ· θανατωθεὶς μὲν σαρκὶ ζωοποιηθεὶς δὲπνεύματι·19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν,20ἀπειθήσασίν ποτε, ὅτε ἀπεξεδέχετοἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι,τοῦτ᾿ ἔστιν ὀκτώ, ψυχαὶ διεσώθησαν δι᾿ ὕδατος·21ἀντίτυπον, νῦν καὶ ἡμᾶςσῴζει, βάπτισμα (οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν) δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,22ὅς ἐστιν ἐν δεξιᾷ τοῦΘεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.