ΠΕΤΡΟΥ Α2grc_tcg
Christ the Living Stone
1Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,2ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷαὐξηθῆτε,3εἴπερ ἐγεύσασθε ὅτιχρηστὸς ὁ Κύριος·4πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον,5καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός,ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτουςτῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.6Διότι περιέχειἐν τῇ γραφῇ,Ἰδού, τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον,ἐκλεκτόν, ἔντιμον,καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ.7Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν,ἀπειθοῦσι δέ,
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,8καί,
Λίθος προσκόμματοςκαὶ πέτρα σκανδάλου·οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.9Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·10οἱ ποτὲ οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.