To elect pilgrims
1Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας,2κατὰ πρόγνωσιν Θεοῦ Πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.Begotten into an incorruptible inheritance
3Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,4εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς,5τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ.Genuineness of faith proved by testing
6Ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστίν,λυπηθέντεςἐν ποικίλοις πειρασμοῖς,7ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως (πολὺ τιμιώτερονχρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου) εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴνἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ8—ὃν οὐκ εἰδότεςἀγαπᾶτε, εἰς ὃν (ἄρτι μὴ ὁρῶντες) πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,9κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν,σωτηρίαν ψυχῶν.Salvation foretold by prophets
10Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησανπροφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες,11ἐρευνῶντεςεἰς τίνα, ἢ ποῖον καιρόν, ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας·12οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖνδέ, διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς, ἐνΠνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ᾿ οὐρανοῦ—εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.Be serious, be holy, be fearful
13Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ14—ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,15ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,16διότι γέγραπται,«Ἅγιοι γίνεσθε,ὅτι ἐγὼ ἅγιός εἰμι.»17Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτωςκρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε,18εἰδότες ὅτι οὐ φθαρτοῖς (ἀργυρίῳ ἢ χρυσίῳ) ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,19ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου, Χριστοῦ·20προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾿ ἐσχάτωντῶν χρόνων δι᾿ ὑμᾶς,21τοὺς δι᾿ αὐτοῦ πιστεύονταςεἰς Θεόν, τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν.Born again through an eternal Word
22Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος,εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶςκαρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς,23ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλ᾿ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα.24Διότι· «Πᾶσα σὰρξ ὡςχόρτος, καὶ πᾶσα δόξα ἀνθρώπουὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦἐξέπεσεν, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα.»25Τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.