1 John3grc_f35

“We are children of God”

1Ἴδετε ποταπὴν ἀγάπην δέδωκενἡμῖν ὁ Πατήρ, ἵνα τέκνα Θεοῦ κληθῶμεν.Διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς,ὅτι οὐκ ἔγνω αὐτόν.2Ἀγαπητοί, νῦν τέκνα Θεοῦ ἐσμεν καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα, οἴδαμεν δὲὅτι ἐάν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν3—καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾿ αὐτῷ ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστιν.

“Whoever abides in Him does not sin”

4Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ· καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία.5Καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἡμῶνἄρῃ—καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.6Πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· καί,πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν.7Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν.8Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ᾿ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. Εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ· ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.9Πᾶς ὁ γεγεννημένοςἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καί, οὐ δύναται ἁμαρτάνειν ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται.

Children of God vs children of the devil

10Ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶνδικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.11Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελίαἣν ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους12—οὐ καθὼς Κάϊν, ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ. Καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; Ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.13Μὴθαυμάζετε, ἀδελφοί μου,εἰ μισεῖ ὑμᾶς ὁ κόσμος.14Ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸνμένει ἐν τῷ θανάτῳ.15Πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷμένουσαν.

Love in deed and truth

16Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην· ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς τιθέναι.17Ὃς δ᾿ ἂν ἔχῃτὸν βίον τοῦ κόσμου καὶ θεωρῇτὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃτὰ σπλάγχνα αὐτοῦ ἀπ᾿ αὐτοῦ—πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένειἐν αὐτῷ;18Τεκνία μου,μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇγλώσσῃ, ἀλλ᾿ἐνἔργῳ καὶ ἀληθείᾳ19—καί,ἐν τούτῳ γινώσκομενὅτι ἐκ τῆς Ἀληθείας ἐσμὲν καὶ ἔμπροσθεν αὐτοῦ πείσωμεντὰς καρδίαςἡμῶν·20ὅτι ἐὰν καταγινώσκῃἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα.

Confidence toward God

21Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶνμὴ καταγινώσκῃἡμῶν,παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν,22καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομενπαρ᾿αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμενκαὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.23Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεντῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ, Ἰησοῦ Χριστοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολήν.24Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. Ἐντούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν· ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν.