ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α9grc_tcg

The Rights of an Apostle

1Οὐκ εἰμὶἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; Οὐχὶ ἸησοῦνΧριστὸν τὸν Κύριον ἡμῶνἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ;2Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶςτῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.3Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιναὕτη ἐστί.4Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶπιεῖν;5Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς;6Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαντοῦ μὴ ἐργάζεσθαι;7Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα, καὶἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει;Ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;8Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢοὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει;9Ἐν γὰρ τῷΜωϋσέως νόμῳ γέγραπται, Οὐφιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ;10Ἢ δι᾽ ἡμᾶς πάντως λέγει; Δι᾽ ἡμᾶς γὰρ ἐγράφη, ὅτιἐπ᾽ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶντῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι.11Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;12Εἰ ἄλλοι τῆςἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.13Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοιἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳπροσεδρεύοντες τῷ θυσιαστηρίῳσυμμερίζονται;14Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῇν.15Ἐγὼ δὲοὐδενὶ ἐχρησάμην τούτων· οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μουἵνα τις κενώσῃ.16Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶδὲ μοί ἐστιν, ἐὰν μὴεὐαγγελίζωμαι.17Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.18Τίς οὖνμοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιοντοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.19Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.20Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸνόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·21τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομοςΘεῷ ἀλλ᾽ ἔννομοςΧριστῷ, ἵνακερδήσωἀνόμους.22Ἐγενόμην τοῖς ἀσθενέσινὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσι γέγονατὰ πάντα, ἵνα πάντως τινὰς σώσω.23Τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνασυγκοινωνὸς αὐτοῦ γένωμαι.24Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτω τρέχετε, ἵνα καταλάβητε.25Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.26Ἐγὼ τοίνυν οὕτω τρέχω ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέραδέρων·27ἀλλ᾽ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.