The ‘rights’ of an apostle
1Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος;Οὐχὶ Ἰησοῦν Χριστὸντὸν Κύριον ἡμῶν ἑώρακα;Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ;2Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγὶς τῆς ἐμῆςἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.3Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστίν·4Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν;5Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς;6Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦμὴ ἐργάζεσθαι;7Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦαὐτοῦ οὐκ ἐσθίει; Ἢτίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;8Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ;Ἢ οὐχὶκαὶ ὁ νόμος ταῦταλέγει;9Ἐν γὰρ τῷ Μωσέωςνόμῳγέγραπται· «Οὐ φιμώσειςβοῦν ἁλοῶντα.»Μὴ τῶν βοῶν μέλειτῷ Θεῷ,10ἢ δι᾿ ἡμᾶς πάντως λέγει; Δι᾿ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾿ ἐλπίδι ὀφείλειὁἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἁλοῶντῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾿ ἐλπίδι.To live from the Gospel
11Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;12Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶνμετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾿ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μὴ ἐγκοπήν τιναδῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.13Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοιἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντεςτῷ θυσιαστηρίῳ συμμερίζονται;14Οὕτως καὶ ὁ Κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.To forego a right
15Ἐγὼ δὲ οὐδενὶ ἐχρησάμηντούτων, οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ16—ἐὰν γὰρ εὐαγγελίζωμαι,οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δὲμοί ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι.17(Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.)18Τίς οὖν μοί ἐστινὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.All things to all men
19Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω·20Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον,ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·21τοῖς ἀνόμοις ὡς ἄνομος (μὴ ὢν ἄνομος Θεῷἀλλ᾿ ἔννομος Χριστῷ),ἵνα κερδήσω ἀνόμους·22ἐγενόμην τοῖς ἀσθενέσιν ὡςἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσιν γέγονα τὰπάντα, ἵνα πάντως τινὰς σώσω.23Τοῦτοδὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸςαὐτοῦ γένωμαι.Even an apostle can be rejected
24Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτως τρέχετε ἵνα καταλάβητε.25Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται—ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.26Ἐγὼ τοίνυν οὕτως τρέχω, ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δαίρων.27Ἀλλ᾿ὑπωπιάζωμου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.