About things offered to idols
1Περὶ δὲ τῶν εἰδωλοθύτων· οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.2Εἰ δέτις δοκεῖ εἰδέναιτι, οὐδέπω οὐδὲν ἔγνωκενκαθὼς δεῖ γνῶναι.3Εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν, οὗτος ἔγνωσται ὑπ᾿ αὐτοῦ.Idols are really nothing
4Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτεροςεἰ μὴ εἷς.5Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι ‹θεοί,› εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆςγῆς (ὥσπερ εἰσὶν ‹θεοὶ› πολλοὶ καὶ ‹κύριοι› πολλοί),6ἀλλ᾿ ἡμῖν εἷς Θεός, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ.Respect the other’s conscience
7Ἀλλ᾿ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δέ, τῇ συνειδήσειτοῦ εἰδώλου, ἕως ἄρτιὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν, ἀσθενὴς οὖσα, μολύνεται.8Βρῶμα δὲ ἡμᾶςοὐ παρίστησιντῷ Θεῷ· οὔτε γὰρἐὰν φάγωμεν περισσεύομεν,οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.9Βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.10Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳκατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ, ἀσθενοῦς ὄντος, οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;11Καὶ ἀπολεῖταιὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει,δι᾿ ὃν Χριστὸς ἀπέθανεν.12Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.13Διόπερ, εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.