Immorality must be punished
1Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται—ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.2Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.3Ἐγὼ μὲν γάρ, ὡςἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα, ὡς παρών, τὸν οὕτως τοῦτο κατεργασάμενον·4ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶνἸησοῦ Χριστοῦ,συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,5παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.Down with moral ‘yeast’
6Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;7Ἐκκαθάρατε οὖντὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε, ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶνἐτύθη, Χριστός.8Ὥστε ἑορτάζωμεν,μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἱλικρινείαςκαὶ ἀληθείας.Avoid contaminators
9Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαιπόρνοις10—καὶοὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετεἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.11Νυνὶδὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖπόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος,ἢ μέθυσος, ἢ ἅρπαξ—τῷ τοιούτῳ μηδὲ συνεσθίειν.12Τί γάρ μοι καὶτοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;13Τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ,καὶἐξαρεῖτετὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.