1 Corinthians2grc_f35

Not with human wisdom but with God’s power

1Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾿ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλωνὑμῖν τὸ μαρτύριοντοῦ Θεοῦ.2Οὐ γὰρ ἔκρινα τοῦεἰδέναι τιἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον.3Καί, ἐγὼἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.4Καί, ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖςἀνθρωπίνηςσοφίας λόγοις,ἀλλ᾿ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως,5ἵνα ἡ πίστις ὑμῶνμὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾿ ἐν δυνάμει Θεοῦ.

Wisdom for the mature

6Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων·7ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν,8ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν (εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν).9Ἀλλὰ καθὼς γέγραπται· «Ἃ ὀφθαλμὸς οὐκ εἶδενκαὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.»10Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψενδιὰ τοῦ Πνεύματος αὐτοῦ·τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ,καὶ τὰ βάθη τοῦ Θεοῦ.11Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδενεἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.12Ἡμεῖς δὲ οὐ τὸ πνεῦματοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεντὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν·13ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν διδακτοῖς Πνεύματος Ἁγίου,πνευματικοῖς πνευματικὰ συγκρίνοντες.14Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν· καί, οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται.15Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲνπάντα, αὐτὸς δὲ ὑπ᾿ οὐδενὸς ἀνακρίνεται.16«Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν;» Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.