1 Corinthians12grc_f35

About spiritual gifts

1Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.2Οἴδατε ὅτι ὅτεἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι.3Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν,καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦνεἰ μὴ ἐν Πνεύματι Ἁγίῳ.4Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ Πνεῦμα.5Καὶ διαιρέσεις διακονιῶν εἰσιν,καὶ ὁ αὐτὸς Κύριος.6Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστινΘεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.7Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον.

A list of gifts

8ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα·9ἑτέρῳ δὲπίστις, ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἐν τῷ αὐτῷΠνεύματι·10ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲπροφητεία, ἄλλῳ δὲδιακρίσεις πνευμάτων· ἑτέρῳ δὲγένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.11Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

An analogy from the body

12Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ἔχει πολλά,πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός,πολλὰ ὄντα, ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός.13Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν—εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι—καὶ πάντες εἰςἓν Πνεῦμα ἐποτίσθημεν.14Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.15Ἐὰν εἴπῃ ὁ πούς, «Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος,» οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος.16Καὶ ἐὰν εἴπῃ τὸ οὖς, «Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος,» οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος.17Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;18Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν.19(Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;20Νῦν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σῶμα.)21Οὐ δύναται δὲ ὁὀφθαλμὸς εἰπεῖν τῇ χειρί, «Χρείαν σου οὐκ ἔχω»· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, «Χρείαν ὑμῶν οὐκ ἔχω.»22Ἀλλὰ πολλῷ μᾶλλον, τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν.23Καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει,24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. Ἀλλ᾿ὁ Θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστεροῦντιπερισσοτέραν δοὺς τιμήν,25ἵνα μὴ ᾖ σχίσμαἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη·26καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχῃπάντα τὰ μέλη· εἴτε δοξάζεται ἓνμέλος, συγχαίρῃπάντα τὰ μέλη.

Functions in the Church

27Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.28Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ· πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους· ἔπειτα δυνάμεις, εἶταχαρίσματα ἰαμάτων, ἀντιλήψεις,κυβερνήσεις, γένη γλωσσῶν.29Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις;30Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν;31Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα.About agape love Καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.