1Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
About women
2Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοί,ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσειςκατέχετε.3Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲΧριστοῦ ὁ Θεός.4Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ.5Πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνειτὴν κεφαλὴν ἑαυτῆς—ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.6Εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω. Εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρεσθαιἢ ξυρᾶσθαι, κατακαλυπτέσθω.7Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων·γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.8Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός·9καὶ γὰρ οὐκ ἐκτίσθηἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα10—διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς, διὰ τοὺς ἀγγέλους—11πλήν, οὔτε ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρός,ἐν Κυρίῳ.12Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.13Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι;14Ἢοὐδὲ αὐτὴ ἡ φύσιςδιδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν;15Γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν, ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται.16Εἰ δέ τις δοκεῖ φιλόνεικοςεἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ.About the Lord’s Supper
Some local abuses
17Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττονἀλλ᾿εἰς τὸ ἧττονσυνέρχεσθε.18Πρῶτον μὲν γάρ, συνερχομένων ὑμῶν ἐνἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.19Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖνεἶναι ἵναοἱ δόκιμοι φανεροὶ γένωνταιἐν ὑμῖν.20Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτό, οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν.21Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνειἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.22Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Τί ὑμῖν εἴπω;Ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; Οὐκ ἐπαινῶ.How the Lord inaugurated it
23Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν· ὅτι ὁΚύριος Ἰησοῦς, ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο,ἔλαβεν ἄρτον·24καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν· «Λάβετε, φάγετε·τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον·τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.»25Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· «Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂνπίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.»26Ὁσάκις γὰρ ἂνἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτοπίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ ἂνἔλθῃ.Be careful to partake worthily
27Ὥστε ὃς ἂν ἐσθίῃτὸν ἄρτον τοῦτονἢ πίνῃτὸ ποτήριον τοῦ Κυρίου ἀναξίωςἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦαἵματος τοῦ Κυρίου.28Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.29Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίωςκρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.30Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί.31Εἰ γὰρἑαυτοὺς διεκρίνομεν,οὐκ ἂν ἐκρινόμεθα.32Κρινόμενοι δέ, ὑπὸΚυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.33Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε.34Εἰ δέτις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.