Warning Against Idolatry
1Οὐ θέλωδὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,2καὶ πάντες εἰς τὸνΜωϋσῆνἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,3καὶ πάντες τὸ αὐτὸβρῶμα πνευματικὸν ἔφαγον,4καὶ πάντες τὸ αὐτὸπόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡδὲ πέτρα ἦν ὁ Χριστός.5Ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶνεὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.6Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.7Μηδὲ εἰδωλολάτραιγίνεσθε, καθώς τινες αὐτῶν·ὥσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶπιεῖν, καὶ ἀνέστησαν παίζειν.8Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶἔπεσονἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.9Μηδὲ ἐκπειράζωμεν τὸνΧριστόν, καθὼςκαί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεωνἀπώλοντο.10Μηδὲ γογγύζετε,καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.11Ταῦτα δὲπάντατύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνωνκατήντησεν.12Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.13Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος·πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαιὑμᾶς ὑπενεγκεῖν.14Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆςεἰδωλολατρείας.15Ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι.16Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνίατοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;17Ὅτι εἷς ἄρτος, ἓν σῶμα, οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.18Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα·οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί;19Τί οὖν φημι; Ὅτιεἴδωλόν τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν;20Ἀλλ᾽ ὅτι ἃθύει τὰ ἔθνη, δαιμονίοιςθύει, καὶ οὐ Θεῷ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίωνγίνεσθαι.21Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.22Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;Do Everything for the Glory of God
23Πάνταμοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει. Πάνταμοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ.24Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρουἕκαστος.25Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·26Τοῦγὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.27Εἰδέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.28Ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτοεἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν·Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.29Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;30Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;31Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.32Ἀπρόσκοποιγίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ·33καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦσυμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.